Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[33]
οὐ
γὰρ μαθεῖν, ἀλλ᾽ ὑπομνησθῆναι δεῖται μόνον: ἔπειτα εὐθὺς οἶδέν
τε καὶ ἐγνώρισεν, ὡς ἂν ἐξ ἀρχῆς τὰ δόγματα ἔχων ταῦτα ἐν τῇ
αὑτοῦ διανοίᾳ. προσέτι δέ, ἐὰν μὲν ἀνδρὶ περιπέσῃ ὥσπερ ὁδὸν
ἐπισταμένῳ, ῥᾳδίως ἐκεῖνος ἐπέδειξεν αὐτῷ, καὶ μαθὼν εὐθὺς
ἄπεισιν: ἐὰν δὲ ἀγνοοῦντι καὶ ἀλαζόνι σοφιστῇ, κατατρίψει περιάγων
[p. 62]
αὐτόν, ὁτὲ μὲν πρὸς ἀνατολάς, ὁτὲ δὲ πρὸς δύσιν, ὁτὲ δὲ πρὸς
μεσημβρίαν ἕλκων, οὐδὲν αὐτὸς εἰδώς, ἀλλὰ εἰκάζων, καὶ πολὺ πρότερον
αὐτὸς ὑπὸ τοιούτων ἀλαζόνων πεπλανημένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.