alcaeus
οἷον ὁρῇς, ὦ ξεῖνε, τὸ χάλκεον εἰκόνι λῆμα
Κλειτομάχου, τοίαν Ἑλλὰς ἐσεῖδε βίαν
ἄρτι γὰρ αἱματόεντα χερῶν ἀπελύετο πυγμᾶς
ἔντεα, καὶ γοργῷ μάρνατο παγκρατίῳ:
τὸ τρίτον οὐκ ἐκόνισεν ἐπωμίδας, ἀλλὰ παλαίσας
ἀπτὼς, τοὺς τρισσοὺς Ἰσθμόθεν εἷλε πόνους.
μοῦνος δ᾽ Ἑλλάνων τόδ᾽ ἔχει γέρας: ἑπτάπυλοι δὲ
Θῆβαι καὶ γενέτωρ ἐστέφεθ᾽ Ἑρμοκράτης.