Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ κοιμῶνται δἰ ἐνύπνια.’ σκοπεῖτε οὖν, ὅπως
παλαιὸν ἦν τοῦτο τοῖς Ἰουδαίοις τῆς μαγγανείας
τὸ ἔργον, ἐγκαθεύδειν τοῖς μνήμασιν ἐνυπνίων
χάριν. ὃ δὴ καὶ τοὺς ἀποστόλους ὑμῶν εἰκός
ἐστι μετὰ τὴν τοῦ διδασκάλου τελευτὴν ἐπιτηδεύσαντας
ὑμῖν τε ἐξ ἀρχῆς παραδοῦναι τοῖς πρώτοις
πεπιστευκόσι, καὶ τεχνικώτερον ὑμῶν αὐτοὺς
μαγγανεῦσαι, τοῖς δὲ μεθ̓ ἑαυτοὺς ἀποδεῖξαι
δημοσίᾳ τῆς μαγγανείας ταύτης καὶ βδελυρίας τὰ ἐργαστήρια.