antipater
Ἀκμαῖος ῥοθίῃ νηὶ δρόμος, οὐδὲ θάλασσα
πορφύρει τρομερῇ φρικὶ χαρασσομένη:
ἤδη δὲ πλάσσει μὲν ὑπώροφα γυρὰ χελιδὼν
οἰκία, λειμώνων δ᾽ ἁβρὰ γελᾷ πέταλα. [p. 4]
τοὔνεκα μηρύσασθε διάβροχα, πείσματα ναῦται,
ἕλκετε δ᾽ ἀγκύρας φωλάδας ἐκ λιμένων:
λαίφεα δ᾽ εὐυφέα προτονίζετε. ταῦθ᾽ ὁ Πρίηπος
ὔμμιν ἐνορμίτας παῖς ἐνέπω Βρομίου.