lucillius
Ἑρμογένην τὸν ἰατρὸν ὁ ἀστρολόγος Διόφαντος
εἶπε μόνους ζωῆς ἐννέα μῆνας ἔχειν.
κἀκεῖνος γελάσας, ‘τί μὲν ὁ Κρόνος ἐννέα μηνῶν,’
φησί, ‘ λέγει, σὺ νόει: τἀμὰ δὲ σύντομά σοι.’
εἶπε, καὶ ἐκτείνας μόνον ἥψατο: καὶ Διόφαντος
ἄλλον ἀπελπίζων, αὐτὸς ἀπεσκάρισεν.