straton
μὴ ζήτει δέλτοισιν ἐμαῖς Πρίαμον παρὰ βωμοῖς,
μηδὲ τὰ Μηδείης πένθεα καὶ Νιόβης,
μηδ᾽ Ἴτυν ἐν θαλάμοις, καὶ ἀηδόνας ἐν πετάλοισιν
ταῦτα γὰρ οἱ πρότεροι πάντα χύδην ἔγραφον:
ἀλλ᾽ ἱλαραῖς Χαρίτεσσι μεμιγμένον ἡδὺν Ἔρωτα,
καὶ Βρόμιον τούτοις δ᾽ ὀφρύες οὐκ ἔπρεπον.