straton
ὤμοσά σοι, Κρονίδη, μηπώποτε, μηδ᾽ ἐμοὶ αὐτῷ
ἐξειπεῖν ὅ τι μοι Θεῦδις ἔειπε λαβεῖν.
ψυχὴ δ᾽ ἡ δυσάπιστος ἀγαλλομένη πεπότηται
ἠέρι, καὶ στέξαι τἀγαθὸν οὐ δύναται:
ἀλλ᾽ ἐρέω, σύγγνωθι σύ μοι, Κεῖνος δὲ πέπεισται.
Ζεῦ πάτερ, ἀγνώστου τίς χάρις εὐτυχίης;