anonymi epigrammatici
Κρίνατ᾽, Ἔρωτες, ὁ παῖς τίνος ἄξιος. εἰ μὲν ἀληθῶς
ἀθανάτων, ἐχέτω: Ζανὶ γὰρ οὐ μάχομαι.
εἰ δέ τι καὶ θνατοῖς ὑπολείπεται, εἴπατ᾽, Ἔρωτες,
Δωρόθεος τίνος ἦν, καὶ τίνι νῦν δέδοται.
ἐν φανερῷ φωνεῦσιν: ἐμὴ χάρις. —
ἀλλ᾽ ἀποχώρει.
μὴ % μετι πρὸς τὸ καλὸν καὶ σὺ μάταια φέρῃ.