paulus silentiarius
σπείσομεν οἰνοποτῆρες ἐγερσιγέλωτι Λυαίῳ:
ὤσομεν ἀνδροφόνον φροντίδα ταῖς φιάλαις, [p. 100]
σιτοδόκῳ δ᾽ ἄγραυλος ἀνὴρ βαρύμοχθος ἰάλλοι
γαστρὶ μελαμπέπλου μητέρα Φερσεφόνης:
ταυροφόνων δ᾽ ἀμέγαρτα καὶ αἱμαλέα κρέα δόρπων
θηρσὶ καὶ οἰωνοῖς λείψομεν ὠμοβόροις:
ὀστέα δ᾽ αὖ νεπόδων ταμεσίχροα χείλεσι φωτῶν
εἰξάτω οἷς Ἀίδης φίλτερος ἠελίου:
ἡμῖν δ᾽ ὀλβιόδωρον ἀεὶ μέθυ καὶ βόσις ἔστω
καὶ ποτὸν ἀμβροσίην δ᾽ ἄλλος ἔχειν ἐθέλοι.