antiphanes
Ψηφίζεις, κακόδαιμον: ὁ δὲ χρόνος, ὡς τόκον, οὕτω
καὶ πολιὸν τίκτει γῆρας ἐπερχόμενος:
κοὔτε πιὼν, οὔτ᾽ ἄνθος ἐπὶ κροτάφοις ἀναδήσας,
οὐ μύρον, οὐ γλαφυρὸν γνοὺς ποτ᾽ ἐρωμένιον,
τεθνήξῃ, πλουτοῦσαν ἀφεὶς μεγάλην διαθήκην,
ἐκ πολλῶν ὀβολὸν μοῦνον ἐνεγκάμενος.