ammianus
ἐχθὲς ἐπὶ ξενίαν κληθείς, ὅτε καιρὸς ὕπνου μοι,
τύλῃ ἐπεκλίνθην Γοργόνος ἢ Νιόβης,
ἣν οὐδεὶς ὕφηνεν, ἀπέπρισε δ᾽, ἢ πελεκήσας
ἐκ τῶν λατομιῶν ἤγαγεν εἰς τὰ Πρόκλου.
ἐξ ἧς εἰ μὴ θᾶττον ἐπηγέρθην, Πρόκλος ἄν μοι
τὴν τύλην στήλην ἢ σορὸν εἰργάσατο.