agathias scholasticus
γαστέρα μὲν σεσάλακτο γέρων εὐώδεϊ Βάκχῳ
Οἰνοπίων, ἔμπης δ᾽ οὐκ ἀπέθηκε δέπας: [p. 98]
ἀλλ᾽ ἔτι διψώων ἰδίῃ κατεμέμφετο χειρί,
ὡς ἀπὸ κρητῆρος μηδὲν ἀφυσσαμένῃ.
οἱ δὲ νέοι ῥέγχουσι, καὶ οὐ σθένος οὐδ᾽ ἀπ᾽ ἀριθμοῦ
τὰς κύλικας γνῶναι τὰς ἔτι πινομένας.
πῖνε, γέρον, καὶ ζῆθι: μάτην δ᾽ ἄρα θεῖος Ὅμηρος
τείρεσθαι πολιὴν ἐκ νεότητος ἔφη.