meleager
πάγκαρπόν σοι, Κύπρι, καθήρμοσε, χειρὶ τρυγήσας
παίδων ἄνθος, Ἔρως ψυχαπάτην στέφανον.
ἐν μὲν γὰρ κρίνον ἡδὺ κατέπλεξεν Διόδωρον,
ἐν δ᾽ Ἀσκληπιάδην, τὸ γλυκὺ λευκόιον.
ναὶ μὴν Ἡράκλειτον ἐπέπλεκεν, ὡς ἀπ᾽ ἀκάνθης
† εἳς ῥόδον,1 οἰνάνθη δ᾽ ὥς τις ἔθαλλε Δίων
χρυσάνθη δὲ κόμαισι κρόκον Θήρωνα συνῆψεν
ἐν δ᾽ ἔβαλ᾽ ἑρπύλλου κλωνίον Οὐλιάδην,
ἁβροκόμην δὲ Μυΐσκον, ἀειθαλὲς ἔρνος ἐλαίης
ἱμερτοὺς δ᾽ Ἀρέτου κλῶνας ἀπεδρέπετο.
ὀλβίστη νήσων ἱερὰ Τύρος, ἣ τὸ μυρόπνουν
ἄλσος ἔχει παίδων Κύπριδος ἀνθοφόρον.