meleager
ἆ ψυχὴ βαρύμοχθε, σὺ δ᾽ ἄρτι μὲν ἐκ πυρὸς αἴθῃ,
ἄρτι δ᾽ ἀναψύχεις, πνεῦμ᾽ ἀναλεξαμένη.
τί κλαίεις; τὸν ἄτεγκτον ὅτ᾽ ἐν κόλποισιν Ἔρωτα
ἔτρεφες, οὐκ ᾔδεις ὡς ἐπὶ σοὶ τρέφετο;
οὐκ ᾔδεις; νῦν γνῶθι καλῶν ἄλλαγμα τροφείων,
πῦρ ἅμα καὶ ψυχρὰν δεξαμένη χιόνα.
αὐτὴ ταῦθ᾽ εἵλου: φέρε τὸν πόνον. ἄξια πάσχεις
ὧν ἔδρας, ὀπτῷ καιομένη μέλιτι. [p. 350]