straton
ἀλλήλοις παρέχουσιν ἀμοιβαδίην ἀπόλαυσιν
οἱ κύνεοι πῶλοι μειρακιευόμενοι:
ἀμφαλλὰξ δ᾽ οἱ αὐτοὶ ἀπόστροφα νωτοβατοῦνται,
τὸ δρᾶν καὶ τὸ παθεῖν ἀντιπεραινόμενοι.
οὐ πλεονεκτεῖται δ᾽ οὐδ᾽ ἅτερος: ἄλλοτε μὲν γὰρ
ἵσταται ὁ προδιδοὺς ἄλλοτ᾽ ὄπισθε πάλιν.
τοῦτ᾽ ἐστὶν πάντως τὸ προοίμιον: εἰς γὰρ ἀμοιβήν,
ὡς λέγεται, κνήθειν οἶδεν ὄνος τὸν ὄνον.