macedonius ii
ἤθελον οὐ χρυσόν τε καὶ ἄστεα μυρία γαίης,
οὐδ᾽ ὅσα τὰς Θήβας εἶπεν Ὅμηρος ἔχειν
ἀλλ᾽ ἵνα μοι τροχόεσσα κύλιξ βλύσσειε Λυαίῳ,
χείλεος ἀενάῳ νάματι λουομένου, καὶ γεραρῶν συνέπινε λάλος χορός, οἱ δὲ περισσοὶ
ἀνέρες ἐργατίναι κάμνον ἐφ᾽ ἡμερίσιν.
οὗτος ἐμοὶ πολὺς ὄλβος, ἀεὶ φίλος: οὐδ᾽ ἀλεγίζω
τῶν χρυσέων ὑπάτων, τὴν φιάλην κατέχων.