alcaeus
Ζεύς Πίσης μεδέων, Πειθήνορα, δεύτερον υἷα
Κύπριδος, αἰπεινῷ στέψον ὑπὸ Κρονίῳ: [p. 312]
μηδέ μοι οἰνοχόον κυλίκων σέθεν αἰετὸς ἀρθεὶς
μάρψαις ἀντὶ καλοῦ, κοίρανε, Δαρδανίδου.
εἰ δέ τι Μουσάων τοι ἐγὼ φίλον ὤπασα δῶρον,
νεύσαις μοι θείου παιδὸς ὁμοφροσύνην.