meleager
ἐφθέγξω, ναὶ Κύπριν, ἃ μὴ θεός, ὦ μέγα τολμᾶν
θυμὲ μαθών Θήρων σοὶ καλὸς οὐκ ἐφάνη:
σοὶ καλὸς οὐκ ἐφάνη Θήρων ἀλλ᾽ αὐτὸς ὑπέστης,
οὐδὲ Διὸς πτήξας πῦρ τὸ κεραυνοβόλον.
τοιγάρ, ἰδού, τὸν πρόσθε λάλον προὔθηκεν ἰδέσθαι
δεῖγμα θρασυστομίης ἡ βαρύφρων Νέμεσις.