anonymi epigrammatici
Ἠγρεύθην ὑπ᾽ Ἔρωτος ὁ μηδ᾽ ὄναρ, οὐδ᾽ ἔμαθον πῦρ
ἄρσεν ^ ποιμαίνειν θερμὸν ὑπὸ κραδίας,
ἠγρεύθην. ἀλλ᾽ οὔ με κακῶν πόθος, ἀλλ᾽ ἀκέραιον
σύντροφον αἰσχύνῃ βλέμμα κατηνθράκισεν.
τηκέσθω Μουσέων ὁ πολὺς πόνος: ἐν πυρὶ γὰρ νοῦς
βέβληται, γλυκερῆς ἄχθος ἔχων ὀδύνης.