lucillius
Θαρσύμαχε, πλοῦτον πολὺν ὤλεσας ἐξ ἐπιβουλῆς,
εἰς οὐδὲν δ᾽ ἥκεις ἄθλιος ἐξαπίνης,
φεισάμενος, δανίσας, τοκίσας τόκον, ὑδροποτήσας,
πολλάκι μηδὲ φαγών, ὥστε τι πλεῖον ἔχειν.
ἀλλ᾽ εἴ μοι λογίσαιο τὸ πεινῆν καὶ τότε καὶ νῦν,
οὐδὲν ἔλαττον ἔχεις ὧν τότ᾽ ἔδοξας ἔχειν.