palladas
εἰ τοὺς ἀνδροφόνους εὐδαίμονας ὄντας ὁρῶμεν,
οὐ πάνυ θαυμάζω: τοῦ Διός ἐστι γέρας. [p. 30]
τὸν γὰρ γεννήσαντα μεμισηκὼς καὶ ἐκεῖνος
κτεῖνεν ἄν, εἰ ὁ Κρόνος θνητὸς ἐτύγχανεν ὤν:
ἀντὶ δὲ τοῦ κτεῖναι σὺν τοῖς Τιτῆσι κολάζει,
δέσμιον, ὡς λῃστήν, εἰς τὸ βάραθρον ἐνείς.