anonymi epigrammatici
δισσοί με τρύχουσι καταιγίζοντες ἔρωτες,
Εὔμαχε, καὶ δισσαῖς ἐνδέδεμαι μανίαις:
ᾗ μὲν ἐπ᾽ Ἀσάνδρου κλίνω δέμας, ᾗ δὲ πάλιν μοι
ὀφθαλμὸς νεύει Τηλέφου ὀξύτερος.
τμήξατ᾽, ἐμοὶ τοῦθ᾽ ἡδύ, καὶ εἰς πλάστιγγα δικαίην
νειμάμενοι, κλήρῳ τἀμὰ φέρεσθε μέλη.