pseudo-lucianus
ἰητήρ τις ἐμοὶ τὸν ἑὸν φίλον υἱὸν ἔπεμψεν,
ὥστε μαθεῖν παρ᾽ ἐμοὶ ταῦτα τὰ γραμματικά.
ὡς δὲ τὸ ‘μῆνιν ἄειδε’ καὶ
ἄλγεα μυρί᾽ ἔθηκενἔγνω, καὶ τὸ τρίτον τοῖσδ᾽ ἀκόλουθον ἔπος
‘ πολλὰς δ᾽ ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν,’
οὐκέτι μιν πέμπει πρός με μαθησόμενον.
ἀλλὰ μ᾽ ἰδὼν ὁ πατήρ, ‘ σοὶ μὲν χάρις,’ εἶπεν,
ἑταῖρε:
αὐτὰρ ὁ παῖς παρ᾽ ἐμοὶ ταῦτα μαθεῖν δύναται:
καὶ γὰρ ἐγὼ πολλὰς ψυχὰς Ἄϊδι προϊάπτω,
καὶ πρὸς τοῦτ᾽ οὐδὲν γραμματικοῦ δέομαι.
π. ; τρανσλατιονς, ξηιεφλψ φρομ τηε γρεεκ αντηολογψ, π..