gaetulicus ii
τετράκις ἀμφορέως περὶ χείλεσι χείλεα θεῖσα
Σειληνὶς πάσας ἐξερόφησε τρύγας.
εὐχαίτα Διόνυσε, σὲ δ᾽ ὕδασιν οὐκ ἐμίηνεν
ἀλλ᾽ οἷος πρώτης ἦλθες ἀπ᾽ οἰνοπέδης,
τοῖόν σε προὔπινεν ἀφειδέως, ἄγγος ἔχουσα
εἰσότε καὶ νεκύων ἦλθεν ἐπὶ ψάμαθον.