callimachus
ὡς ἀγαθὰν Πολύφαμος ἀνεύρατο τὰν ἐπαοιδὰν
τὠραμένῳ ναὶ Γᾶν, οὐκ ἀμαθὴς ὁ Κύκλωψ.
αἱ Μοῖσαι τὸν ἔρωτα κατισχναίνοντι, Φίλιππε:
ἦ πανακὲς πάντων φάρμακον ἁ σοφία.
τοῦτο, δοκέω, χἀ λιμὸς ἔχει μόνον ἐς τὰ πονηρὰ
τὠγαθόν, ἐκκόπτει τὰν φιλόπαιδα νόσον.
ἔσθ᾽ ἁμὶν † χἀκαστὰς ἀφειδέα πρὸς τὸν Ἔρωτα.
τοῦτ᾽ εἶπαι
Κείρευ τὰ πτερά, παιδάριον:
οὐδ᾽ ὅσον ἀττάραγόν σε δεδοίκαμες : αἱ γὰρ ἐπῳδαὶ
οἴκοι τῶ χαλεπῶ τραύματος ἀμφότεραι.