lucillius
θνῄσκων Ἑρμοκράτης ὁ φιλάργυρος ἐν διαθήκαις
αὑτὸν τῶν ἰδίων ἔγραφε κληρονόμον.
ψηφίζων δ᾽ ἀνέκειτο πόσον δώσει διεγερθεὶς
ἰητροῖς μισθοῦ, καὶ τί νοσῶν δαπανᾷ:
ὡς δ᾽ εὗρε πλείω δραχμὴν μίαν, ἢν διασωθῇ,
‘ λυσιτελεῖ θνῄσκειν,’ εἶπε, καὶ ἐξετάθη.
κεῖται δ᾽ οὐδὲν ἔχων ὀβολοῦ πλέον οἱ δὲ τὰ κείνου
χρήματα κληρονόμοι ἥρπασαν ἀσπασίως.