archias
βαιὸς ἰδεῖν ὁ Πρίηπος ἐπαιγιαλίτιδα ναίω
χηλήν, αἰθυίας οὔποτε % ἀντιβίας,1
φοξός, ἄπους, οἷόν κεν ἐρημαίῃσιν ἐπ᾽ ἀκταῖς
ξέσσειαν μογερῶν υἱέες ἰχθυβόλων.
ἀλλ᾽ ἤν τις γριπεύς με βοηθόον ἢ καλαμευτὴς
φωνήσῃ, πνοιῆς ἵεμαι ὀξύτερος.
λεύσσω καὶ τὰ θέοντα καθ᾽ ὕδατος: ἦ γὰρ ἀπ᾽ ἔργων
δαίμονες, οὐ μορφᾶς γνωστὸν ἔχουσι τύπον. [p. 8]