previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


agathias scholasticus

ἄλλον Ἀριστοτέλην, Νικόστρατον, ἰσοπλάτωνα,
σκινδαλαμοφράστην αἰπυτάτης σοφίης,
τοῖα περὶ ψυχῆς τις ἀνείρετο:
πῶς θέμις εἰπεῖν
τὴν ψυχήν; θνητήν, πάλιν ἀθάνατον;
σῶμα δὲ δεῖ καλέειν, ἀσώματον; ἐν δὲ νοητοῖς
τακτέον, ληπτοῖς, τὸ συναμφότερον;

αὐτάρ τὰς βίβλους ἀνελέξατο τῶν μετεώρων,
καὶ τὸ περὶ ψυχῆς ἔργον Ἀριστοτέλους,
καὶ παρὰ τῷ Φαίδωνι Πλατωνικὸν ὕψος ἐπιγνούς,
πᾶσαν ἐνησκήθη πάντοθεν ἀτρεκίην.
εἶτα περιστέλλων τὸ τριβώνιον, εἶτα γενείου
ἄκρα καταψήχων, τὴν λύσιν ἐξέφερεν [p. 238]
εἴπερ ὅλως ἔστι ψυχῆς φύσις ῾οὐδὲ γὰρ οἶδἀ,
θνητὴ πάντως ἐστὶν ἀθάνατος,
στεγνοφυὴς ἄυλος: ὅταν δ᾽ Ἀχέροντα περήσῃς,
κεῖθι τὸ νημερτὲς γνώσεαι ὡς Πλάτων.
εἰ δ᾽ ἐθέλεις, τὸν παῖδα Κλεόμβροτον Ἀμβρακιώτην
μιμοῦ, καὶ τεγέων σὸν δέμας ἐκχάλασον
καί κεν ἐπιγνοίης δίχα σώματος αὐτίκα σαυτόν,
μοῦνον ὅπερ ζητεῖς τοῦθ᾽ ὑπολειπόμενος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: