lucillius
ἀρθεὶς ἐξ αὔρης λεπτῆς ἐποτᾶτο δι᾽ αἴθρης
Χαιρήμων, ἀχύρου πολλὸν ἐλαφρότερος: [p. 122]
καὶ τάχ᾽ ἂν ἐρροίζητο δι᾽ αἰθέρος, εἰ μὴ ἀράχνῃ
τοὺς πόδας ἐμπλεχθεὶς ὕπτιος ἐκρέματο.
αὐτοῦ δὴ νύκτας τε καὶ ἤματα πέντε κρεμασθεὶς
ἑκταῖος κατέβη νήματι τῆς ἀράχνης.