palladas
τίπτε μάτην, ἄνθρωπε, πονεῖς καὶ πάντα ταράσσεις,
κλήρῳ δουλεύων τῷ κατὰ τὴν γένεσιν;
τούτῳ σαυτὸν ἄφες, τῷ δαίμονι μὴ φιλονείκει
σὴν δὲ τύχην στέργων, ἡσυχίην ἀγάπα:
μᾶλλον ἐπ᾽ εὐφροσύνην δὲ βιάζεο, καὶ παρὰ μοίρην,
εἰ δυνατόν, ψυχὴν τερπομένην μετάγειν. [p. 44]