crinagoras
εἰ καί σοι ἑδραῖος ἀεὶ βίος, οὐδὲ θάλασσαν
ἔπλως, χερσαίας τ᾽ οὐκ ἐπάτησας ὁδούς, [p. 90]
ἔμπης Κεκροπίης ἐπιβήμεναι, ὄφρ᾽ ἂν,ἐκείνας
Δήμητρος μεγάλας νύκτας ἴδῃς ἱερῶν,
τῶν ἄπο κἠν ζωοῖσιν ἀκηδέα, κεὖτ᾽ ἂν ἵκηαι
ἐς πλεόνων, ἕξεις θυμὸν ἐλαφρότερον.