lucillius
τούτοις τοῖς παρὰ δεῖπνον ἀοιδομάχοις λογολέσχαις,
τοῖς ἀπ᾽ Ἀριστάρχου γραμματολικριφίσιν,
οἷς οὐ σκῶμμα λέγειν, οὐ πεῖν φίλον, ἀλλ᾽ ἀνάκεινται
νηπυτιευόμενοι Νέστορι καὶ Πριάμῳ,
μή με βάλῃς κατὰ λέξιν ἕλωρ καὶ κύρμα γενέσθαι.
σήμερον οὐ δειπνῶ μῆνιν ἄειδε θεά.