callimachus
εὐδαίμων ὅτι τἆλλα μανεὶς ὡρχαῖος Ὀρέστας,
Λεύκαρε, τὰν ἁμὰν οὐκ ἐμάνη μανίην,
οὐδ᾽ ἔλαβ᾽ ἐξέτασιν τῶ Φωκέος, ἅτις ἐλέγχει
τὸν φίλον, ἀλλ᾽ % αἰχ᾽ ἐν δρᾶμ᾽ ἐδίδαξε μόνον.
ἦ τάχα κα τὸν ἑταῖρον ἀπώλεσε τοῦτο ποήσας:
κἀγὼ τοὺς πολλοὺς οὐκέτ᾽ ἔχω Πυλάδας.