antistius
Εὐμένεος Κλεόδημος ἔτι βραχύς: ἀλλὰ χορεύει
σὺν παισὶν βαιῷ μικρὸς ἔτ᾽ ἐν θιάσῳ:
ἠνίδε καὶ στικτοῖο δορὴν ἐζώσατο νεβροῦ,
καὶ σείει ξανθῆς κισσὸν ὑπὲρ κεφαλῆς:
ὦνα σύ μιν Καδμεῖε τίθει μέγαν, ὡς ἂν ὁ μύστης
ὁ βραχὺς ἡβήτας αὖθις ἄγοι θιάσους.