lucillius
Γάιος ἐκπνεύσας τὸ πανύστατον ἐχθὲς ὁ λεπτὸς
εἰς τὴν ἐκκομιδὴν οὐδὲν ἀφῆκεν ὅλως:
καὶ πέρας εἰς ἀίδην καταβὰς οἷόσπερ ὅτ᾽ ἔζη,
τῶν ὑπὸ γῆν σκελετῶν λεπτότατος πέταται.
τὴν δὲ κενὴν κλίνην οἱ φράτορες ἦραν ἐπ᾽ ὤμων,
ἐγγράψαντες ἄνω: ‘ Γάιος ἐκφέρεται.’