straton
εὐκαίρως ποτὲ παιδοτρίβης, λεῖον προδιδάσκων,
εἰς τὸ γόνυ γνάμψας, μέσσον ἐπαιδοτρίβει,
τῇ χερὶ τοὺς κόκκους ἐπαφώμενος. ἀλλὰ τυχαίως
τοῦ παιδὸς χρῄζων, ἦλθεν ὁ δεσπόσυνος:
ὃς δὲ τάχος τοῖς ποσσὶν ὑποζώσας ἀνέκλινεν
ὕπτιον, ἐμπλέξας τῇ χερὶ τὴν φάρυγα.
ἀλλ᾽ οὐκ ὢν ἀπάλαιστος ὁ δεσπόσυνος προσέειπεν:
‘ παῦσαι: πνιγίζεις,’ φησί, ‘τὸ παιδάριον.’