scythinus
ὀρθὸν νῦν ἕστηκας ἀνώνυμον οὐδὲ μαραίνῃ,
ἐντέτασαι δ᾽ ὡς ἂν μή ποτε παυσόμενον [p. 400]
ἀλλ᾽ ὅτε μοι Νεμεσηνὸς ὅλον παρέκλινεν ἑαυτόν,
πάντα διδούς ἃ θέλω, νεκρὸν ἀπεκρέμασο.
τείνεο, καὶ ῥήσσου, καὶ δάκρυε πάντα ματαίως,
οὐχ ἕξεις ἔλεον χειρὸς ἀφ᾽ ἡμετέρης.