lucillius
οὐδενὸς ἐνθάδε νῦν τεθνηκότος, ὦ παροδῖτα,
Μάρκος ὁ ποιητὴς ᾠκοδόμηκε τάφον,
καὶ γράψας ἐπίγραμμα μονόστιχον, ὧδ᾽ ἐχάραξε:
‘ κλαύσατε δωδεκέτη Μάξιμον ἐξ Ἐφέσου.’
οὐδὲ γὰρ εἶδον ἐγώ τινα Μάξιμον εἰς δ᾽ ἐπίδειξιν
ποιητοῦ κλαίειν τοῖς παριοῦσι λέγω.