straton
εὐτυχές, οὐ φθονέω, βιβλίδιον ἦ ῥὰ ς1᾽ ἀναγνοὺς
παῖς τις ἀναθλίψει, πρὸς τὰ γένεια τιθείς:
ἢ τρυφεροῖς σφίγξει περὶ χείλεσιν, ἢ κατὰ μηρῶν
εἰλήσει δροσερῶν, ὦ μακαριστότατον
πολλάκι φοιτήσεις ὑποκόλπιον, ἢ παρὰ δίφρους
βληθὲν τολμήσεις κεῖνα θιγεῖν ἀφόβως.
πολλὰ δ᾽ ἐν ἠρεμίῃ προλαλήσεις: ἀλλ᾽ ὑπὲρ ἡμῶν,
χαρτάριον, δέομαι, πυκνότερόν τι λάλει.