straton
ἰητρὸς Καπίτων Χρύσην ἐνέχρισεν, ὁρῶντα
ὀκτὼ μὲν μακρὸν πύργον ἀπὸ σταδίων,
ἄνδρα δ᾽ ἀπὸ σταδίου, διὰ δώδεκα δ᾽ ὄρτυγα πηχῶν,
φθεῖρα δ᾽ ἀπὸ σπιθαμῶν καὶ δύο δερκόμενον.
νῦν δ᾽ ἀπὸ μὲν σταδίου πόλιν οὐ βλέπει, ἐκ δὲ διπλέθρου
καιόμενον κατιδεῖν τὸν φάρον οὐ δύναται:
ἵππον ἀπὸ σπιθαμῆς δὲ μόλις βλέπει, ἀντὶ δὲ τοῦ πρὶν
ὄρτυγος οὐδὲ μέγαν στρουθὸν ἰδεῖν δύναται.
ἂν δὲ προσεγχρίσας αὐτὸν φθάσῃ, οὐδ᾽ ἐλέφαντα
οὐκέτι μήποτ᾽ ἴδῃ πλησίον ἑσταότα.