agathias scholasticus
ἡμεῖς μὲν πατέοντες ἀπείρονα καρπὸν Ἰάκχου
ἄμμιγα βακχευτὴν ῥυθμὸν ἀνεπλέκομεν.
ἤδη δ᾽ ἄσπετον οἶδμα κατέρρεεν: οἷα δὲ λέμβοι
κισσύβια γλυκερῶν νήχεθ᾽ ὑπὲρ ῥοθίων,
οἷσιν ἀρυσσάμενοι σχέδιον ποτὸν ἤνομεν ἤδη,
θερμῶν Νηιάδων οὐ μάλα δευόμενοι.
ἡ δὲ καλὴ ποτὶ ληνὸν ὑπερκύπτουσα Ῥοδάνθη
μαρμαρυγῇς κάλλους νᾶμα κατηγλάισεν.
πάντων δ᾽ ἐκδεδόνηντο θοαὶ φρένες, οὐδέ τις ἡμέων
ἦεν, ὃς οὐ Βάκχῳ δάμνατο καὶ Παφίῃ.
τλήμονες, ἀλλ᾽ ὁ μὲν εἷρπε παραὶ ποσὶν ἄφθονος ἡμῖν
τῆς δ᾽ ἄρ᾽ ὑπ᾽ ἐλπωρῇ μοῦνον ἐπαιζόμεθα.