meleager
ἔσπευδον τὸν Ἔρωτα φυγεῖν ὁ δὲ βαιὸν ἀνάψας
φανίον ἐκ τέφρης, εὗρέ με κρυπτόμενον:
κυκλώσας δ᾽ οὐ τόξα, χερὸς δ᾽ ἀκρώνυχα δισσόν,
κνίσμα πυρὸς θραύσας, εἰς μὲ λαθὼν ἔβαλεν
ἐκ δὲ φλόγες πάντῃ μοι ἐπέδραμον. ὦ βραχὺ φέγγος
λάμψαν ἐμοὶ μέγα πῦρ, Φανίον, ἐν κραδίᾳ.