agathias scholasticus
Καλλιγένης ἀγροῖκος, ὅτε σπόρον ἔμβαλε γαίῃ,
οἶκον Ἀριστοφάνους ἦλθεν ἐς ἀστρολόγου, [p. 244]
ᾔτεε δ᾽ ἐξερέειν, εἴπερ θέρος αἴσιον αὐτῷ
ἔσται, καὶ σταχύων ἄφθονος εὐπορίη.
ὃς δὲ λαβὼν ψηφῖδας, ὑπὲρ πίνακός τε πυκάζων,
δάκτυλά τε γνάμπτων, φθέγξατο Καλλιγένει:
εἴπερ ἐπομβρηθῇ τὸ ἀρούριον ὅσσον ἀπόχρη,
μηδὲ τιν᾽ ὑλαίην τέξεται ἀνθοσύνην,
μηδὲ πάγος ῥήξῃ τὴν αὔλακα, μηδὲ χαλάζῃ
ἄκρον ἀποδρυφθῇ δράγματος ὀρνυμένου,
μηδὲ κεμὰς κείρῃσι τὰ λήια, μηδὲ τιν᾽ ἄλλην
ἠέρος ἢ γαίης ὄψεται ἀμπλακίην,
ἐσθλόν σοι τὸ θέρος μαντεύομαι, εὖ δ᾽ ἀποκόψεις
τοὺς στάχυας: μούνας δείδιθι τὰς ἀκρίδας.