antipater
αἰάζει πήρη τε, καὶ Ἡράκλειον ἄριστον
βριθὺ Σινωπίτου Διογένευς ῥόπαλον,
καὶ τὸ χύδην ῥυπόεντι πίνῳ πεπαλαγμένον ἔσθος
διπλάδιον, κρυερῶν ἀντίπαλον νιφάδων,
ὅττι τεοῖς ὤμοισι μιαίνεται: ἦ γὰρ ὁ μέν που
οὐράνιος, σὺ δ᾽ ἔφυς οὑν σποδιῇσι κύων.
ἀλλὰ μέθες, μέθες ὅπλα τὰ μὴ σέθεν: ἄλλο λεόντων,
ἄλλο γενειητῶν ἔργον ὄρωρε τράγων.