previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[24]

῾η δ᾽ αὐτὴ ἁμαρτία καὶ περὶ τοῦ ἀγνοεῖν τὸν ἰσθμὸν τὸν μεταξὺ τοῦ Αἰγυπτίου πελάγους καὶ τοῦ Ἀραβίου κόλπου καὶ περὶ τοῦ ψευδῶς λέγεσθαιΑἰθίοπες, τοὶ διχθὰ δεδαίαται ἔσχατοι ἀνδρῶν.’ καὶ γὰρ τοῦτο ἐκείνου λέγοντος καλῶς ἐπιτιμῶσιν οἱ ὕστερον οὐκ εὖ. τοσούτου γὰρ δεῖ τοῦτ᾽ ἀληθὲς εἶναι τὸ ἀγνοεῖν Ὅμηρον τὸν ἰσθμὸν τοῦτον, ὥστε ἐκεῖνον μέν φημι μὴ εἰδέναι μόνον, ἀλλὰ καὶ ἀποφαίνεσθαι ἄντικρυς, τοὺς δὲ γραμματικοὺς μηδὲ λέγοντος ἐκείνου αἰσθάνεσθαι ἀπὸ Ἀριστάρχου καὶ Κράτητος τῶν κορυφαίων ἐν τῇ ἐπιστήμῃ ταύτῃ. εἰπόντος γὰρ τοῦ ποιητοῦΑἰθίοπας, τοὶ διχθὰ δεδαίαται, ἔσχατοι ἀνδρῶν,’ περὶ τοῦ ἐπιφερομένου ἔπους διαφέρονται, μὲν Ἀρίσταρχος γράφωνοἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ᾽ ἀνιόντος,’ δὲ Κράτηςἠμὲν δυσομένου Ὑπερίονος, ἠδ᾽ ἀνιόντος,’ οὐδὲν διαφέρον πρὸς τὴν ἑκατέρου ὑπόθεσιν οὕτως ἐκείνως γράφειν. μὲν γὰρ ἀκολουθῶν τοῖς μαθηματικῶς λέγεσθαι δοκοῦσι τὴν διακεκαυμένην ζώνην κατέχεσθαί φησιν ὑπὸ τοῦ ὠκεανοῦ: παρ᾽ ἑκάτερον δὲ ταύτης εἶναι τὴν εὔκρατον, τήν τε καθ᾽ ἡμᾶς καὶ τὴν ἐπὶ θάτερον μέρος. ὥσπερ οὖν οἱ παρ᾽ ἡμῖν Αἰθίοπες οὗτοι λέγονται οἱ πρὸς μεσημβρίαν [p. 40] κεκλιμένοι παρ᾽ ὅλην τὴν οἰκουμένην ἔσχατοι τῶν ἄλλων παροικοῦντες τὸν ὠκεανόν, οὕτως οἴεται δεῖν καὶ πέραν τοῦ ὠκεανοῦ νοεῖσθαί τινας Αἰθίοπας ἐσχάτους τῶν ἄλλων τῶν ἐν τῇ ἑτέρᾳ εὐκράτῳ, παροικοῦντας τὸν αὐτὸν τοῦτον ὠκεανόν: διττοὺς δὲ εἶναι καὶ διχθὰ δεδάσθαι ὑπὸ τοῦ ὠκεανοῦ. προσκεῖσθαι δὲ τὸἠμὲν δυσομένου Ὑπερίονος, ἠδ᾽ ἀνιόντος,’ ὅτι τοῦ ζωδιακοῦ κατὰ κορυφὴν ὄντος ἀεὶ τῷ ἐν τῇ γῇ ζωδιακῷ, τούτου δ᾽ οὐκ ἐκβαίνοντος ἔξω τῆς Αἰθιόπων ἀμφοῖν τῇ λοξώσει, ἀνάγκη καὶ τὴν πάροδον τοῦ ἡλίου πᾶσαν ἐν τῷ πλάτει τούτῳ νοεῖσθαι, καὶ τὰς ἀνατολὰς καὶ τὰς δύσεις συμβαίνειν ἐνταῦθα ἄλλας ἄλλοις καὶ κατ᾽ ἄλλα ἄλλα σημεῖα. εἴρηκε μὲν οὕτως ἀστρονομικώτερον νομίσας: ἦν δὲ καὶ ἁπλούστερον εἰπεῖν αὐτὸ σώζοντα τὸ οὕτω διῃρῆσθαι δίχα τοὺς Αἰθίοπας, ὡς εἴρηται, ὅτι ἀφ᾽ ἡλίου ἀνιόντος μέχρι δύσεως ἐφ᾽ ἑκάτερα παροικοῦσι τῷ ὠκεανῷ Αἰθίοπες. τί οὖν διαφέρει πρὸς τὸν νοῦν τοῦτον οὕτως εἰπεῖν ὥσπερ αὐτὸς γράφει, ὡς Ἀρίσταρχοςοἱ μὲν δυσομένου Ὑπερίονος, οἱ δ᾽ ἀνιόντος;’ καὶ γὰρ τοῦτ᾽ ἐστὶ καὶ πρὸς δύσιν καὶ πρὸς ἀνατολὴν ἐφ᾽ ἑκάτερα τοῦ ὠκεανοῦ οἰκεῖν. δ᾽ Ἀρίσταρχος ταύτην μὲν ἐκβάλλει τὴν ὑπόθεσιν, δίχα δὲ μεμερισμένους οἴεται λέγεσθαι τοὺς καθ᾽ ἡμᾶς Αἰθίοπας τοὺς τοῖς Ἕλλησι πρὸς μεσημβρίαν ἐσχάτους. τούτους δὲ μὴ μεμερίσθαι δίχα ὥστε εἶναι δύο Αἰθιοπίας, τὴν μὲν πρὸς ἀνατολὴν τὴν δὲ πρὸς δύσιν, ἀλλὰ μίαν μόνην τὴν πρὸς μεσημβρίαν κειμένην τοῖς Ἕλλησιν, ἱδρυμένην δὲ κατ᾽ Αἴγυπτον. τοῦτο δὲ ἀγνοοῦντα τὸν ποιητήν, ὥσπερ καὶ τὰ ἄλλα, ὅσα εἴρηκεν Ἀπολλόδωρος ἐν τῷ περὶ νεῶν καταλόγου δευτέρῳ, καταψεύσασθαι τῶν τόπων τὰ μὴ ὄντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: