previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[10]

μετὰ δὲ Λοκροὺς Σάγρα, ὃν θηλυκῶς ὀνομάζουσιν, ἐφ᾽ οὗ βωμοὶ Διοσκούρων, περὶ οὓς Λοκροὶ μύριοι μετὰ Ῥηγίνων πρὸς δεκατρεῖς μυριάδας Κροτωνιατῶν συμβαλόντες ἐνίκησαν: ἀφ᾽ οὗ τὴν παροιμίαν πρὸς τοὺς ἀπιστοῦντας ἐκπεσεῖν φασινἀληθέστερα τῶν ἐπὶ Σάγρᾳ.’ προσμεμυθεύκασι δ᾽ ἔνιοι καὶ διότι αὐθημερὸν τοῦ ἀγῶνος ἐνεστῶτος Ὀλυμπίασιν ἀπαγγελθείη τοῖς ἐκεῖ τὸ συμβάν, καὶ εὑρεθείη τὸ τάχος τῆς ἀγγελίας ἀληθές. ταύτην δὲ τὴν συμφορὰν αἰτίαν τοῖς Κροτωνιάταις φασὶ τοῦ μὴ πολὺν ἔτι συμμεῖναι χρόνον διὰ τὸ πλῆθος τῶν τότε πεσόντων ἀνδρῶν. μετὰ δὲ τὴν Σάγραν Ἀχαιῶν κτίσμα Καυλωνία, πρότερον δ᾽ Αὐλωνία λεγομένη διὰ τὸν προκείμενον αὐλῶνα. ἔστι δ᾽ ἔρημος: οἱ γὰρ ἔχοντες εἰς Σικελίαν ὑπὸ τῶν βαρβάρων ἐξέπεσον καὶ τὴν ἐκεῖ Καυλωνίαν ἔκτισαν. μετὰ δὲ ταύτην Σκυλλήτιον ἄποικος Ἀθηναίων τῶν μετὰ Μενεσθέωςνῦν δὲ Σκυλάκιον καλεῖται), Κροτωνιατῶν δ᾽ ἐχόντων Διονύσιος Λοκροῖς προσώρισεν. ἀπὸ δὲ τῆς πόλεως καὶ κόλπος Σκυλλητικὸς ὠνόμασται, ποιῶν τὸν εἰρημένον ἰσθμὸν πρὸς τὸν Ἱππωνιάτην κόλπον. ἐπεχείρησε δ᾽ Διονύσιος καὶ διατειχίζειν τὸν ἰσθμὸν στρατεύσας ἐπὶ Λευκανούς, λόγῳ μὲν ὡς ἀσφάλειαν παρέξων ἀπὸ τῶν ἐκτὸς βαρβάρων τοῖς ἐντὸς ἰσθμοῦ, τὸ δ᾽ ἀληθὲς λῦσαι τὴν πρὸς [p. 359] ἀλλήλους κοινωνίαν τῶν Ἑλλήνων βουλόμενος, ὥστ᾽ ἄρχειν ἀδεῶς τῶν ἐντός: ἀλλ᾽ ἐκώλυσαν οἱ ἐκτὸς εἰσελθόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1924)
load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (1 total)
  • Cross-references in general dictionaries to this page (1):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: