previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[6]

τὰ μὲν οὖν καθ᾽ ὅλου καὶ ἀνωτάτω περὶ τῆς Αἰγύπτου ταῦτα λέγομεν, τὰ καθ᾽ ἕκαστα δὲ καὶ τὰς ἀρετὰς αὐτῆς νῦν διέξιμεν. ἐπεὶ δὲ τὸ πλεῖστον τοῦ ἔργου τούτου καὶ τὸ κυριώτατον Ἀλεξάνδρειά ἐστι καὶ τὰ περὶ αὐτήν, ἐντεῦθεν ἀρκτέον. ἔστι τοίνυν ἀπὸ Πηλουσίου παραλία πρὸς τὴν ἑσπέραν πλέουσι μέχρι μὲν τοῦ Κανωβικοῦ στόματος χιλίων που καὶ τριακοσίων σταδίων, δὴ καὶ βάσιν τοῦ Δέλτα ἔφαμεν: ἐντεῦθεν δ᾽ ἐπὶ Φάρον τὴν νῆσον ἄλλοι στάδιοι πεντήκοντα [p. 1104] πρὸς τοῖς ἑκατόν. δὲ Φάρος νησίον ἐστὶ παράμηκες, προσεχέστατον τῇ ἠπείρῳ, λιμένα πρὸς αὐτὴν ποιοῦν ἀμφίστομον. ᾐὼν γάρ ἐστι κολπώδης, ἄκρας εἰς τὸ πέλαγος προβεβλημένη δύο: τούτων δὲ μεταξὺ νῆσος ἵδρυται κλείουσα τὸν κόλπον, παραβέβληται γὰρ αὐτῷ κατὰ μῆκος: τῶν δ᾽ ἄκρων τῆς Φάρου τὸ μὲν ἑῷον μᾶλλόν ἐστι προσεχὲς τῇ ἠπείρῳ καὶ τῇ κατ᾽ αὐτὴν ἄκρᾳκαλεῖται δ᾽ ἄκρα Λοχιάς), καὶ ποιεῖ τὸν λιμένα ἀρτίστομον: πρὸς δὲ τῇ στενότητι τοῦ μεταξὺ πόρου καὶ πέτραι εἰσὶν αἱ μὲν ὕφαλοι αἱ δὲ καὶ ἐξέχουσαι, τραχύνουσαι πᾶσαν ὥραν τὸ προσπῖπτον ἐκ τοῦ πελάγους κλυδώνιον. ἔστι δὲ καὶ αὐτὸ τὸ τῆς νησῖδος ἄκρον πέτρα περίκλυστος, ἔχουσα πύργον θαυμαστῶς κατεσκευασμένον λευκοῦ λίθου πολυώροφον, ὁμώνυμον τῇ νήσῳ: τοῦτον δ᾽ ἀνέθηκε Σώστρατος Κνίδιος, φίλος τῶν βασιλέων, τῆς τῶν πλοιζομένων σωτηρίας χάριν, ὥς φησιν ἐπιγραφή1. ἀλιμένου γὰρ οὔσης καὶ ταπεινῆς τῆς ἑκατέρωθεν παραλίας, ἐχούσης δὲ καὶ χοιράδας καὶ βράχη τινά, ἔδει σημείου τινὸς ὑψηλοῦ καὶ λαμπροῦ τοῖς ἀπὸ τοῦ πελάγους προσπλέουσιν ὥστ᾽ εὐστοχεῖν τῆς εἰσβολῆς τοῦ λιμένος. καὶ τὸ ἑσπέριον δὲ στόμα οὐκ εὐείσβολόν ἐστιν, οὐ μὴν τοσαύτης γε δεῖται προνοίας: ποιεῖ δὲ καὶ τοῦτο ἄλλον λιμένα τὸν τοῦ Εὐνόστου καλούμενον: πρόκειται δ᾽ οὗτος τοῦ ὀρυκτοῦ καὶ κλειστοῦ λιμένος: μὲν γὰρ ἐκ τοῦ λεχθέντος πύργου τῆς Φάρου τὸν εἴσπλουν ἔχων μέγας ἐστὶ λιμήν: οὗτοι δὲ συνεχεῖς ἐν βάθει ἐκείνῳ, τῷ ἑπτασταδίῳ καλουμένῳ χώματι διειργόμενοι ἀπ᾽ αὐτοῦ παράκεινται: τὸ δὲ χῶμά ἐστιν ἀπὸ τῆς ἠπείρου γέφυρα ἐπὶ τὴν [p. 1105] νῆσον κατὰ τὸ ἑσπέριον αὐτῆς μέρος ἐκτεταμένη, δύο διάπλους ἀπολείπουσα μόνον εἰς τὸν Εὐνόστου λιμένα καὶ αὐτοὺς γεγεφυρωμένους: ἦν δ᾽ οὐ γέφυρα μόνον ἐπὶ τὴν νῆσον τὸ ἔργον τοῦτο, ἀλλὰ καὶ ὑδραγώγιον, ὅτε γε ᾠκεῖτο: νῦν δ᾽ ἠρήμωσεν αὐτὴν θεὸς Καῖσαρ ἐν τῷ πρὸς Ἀλεξανδρέας πολέμῳ τεταγμένην μετὰ τῶν βασιλέων: ὀλίγοι δ᾽ οἰκοῦσι πρὸς τῷ πύργῳ ναυτικοὶ ἄνδρες. γοῦν μέγας λιμὴν πρὸς τῷ κεκλεῖσθαι καλῶς τῷ τε χώματι καὶ τῇ φύσει ἀγχιβαθής τέ ἐστιν ὥστε τὴν μεγίστην ναῦν ἐπὶ κλίμακος ὁρμεῖν, καὶ εἰς πλείους σχίζεται λιμένας. οἱ μὲν οὖν πρότεροι τῶν Αἰγυπτίων βασιλεῖς ἀγαπῶντες οἷς εἶχον καὶ οὐ πάνυ ἐπεισάκτων δεόμενοι, διαβεβλημένοι πρὸς ἅπαντας τοὺς πλέοντας καὶ μάλιστα τοὺς Ἕλληναςπορθηταὶ γὰρ ἦσαν καὶ ἐπιθυμηταὶ τῆς ἀλλοτρίας κατὰ σπάνιν γῆς), ἐπέστησαν φυλακὴν τῷ τόπῳ τούτῳ κελεύσαντες ἀπείργειν τοὺς προσιόντας: κατοικίαν δ᾽ αὐτοῖς ἔδοσαν τὴν προσαγορευομένην Ῥακῶτιν, νῦν μὲν τῆς Ἀλεξανδρέων πόλεώς ἐστι μέρος τὸ ὑπερκείμενον τῶν νεωρίων, τότε δὲ κώμη ὑπῆρχε: τὰ δὲ κύκλῳ τῆς κώμης βουκόλοις παρέδοσαν δυναμένοις καὶ αὐτοῖς κωλύειν τοὺς ἔξωθεν ἐπιόντας. ἐπελθὼν δὲ Ἀλέξανδρος, ἰδὼν τὴν εὐκαιρίαν ἔγνω τειχίζειν ἐπὶ τῷ λιμένι τὴν πόλιν: τῆς δ᾽ ὕστερον ἐπηκολουθηκυίας εὐδαιμονίας τῇ πόλει μνημονεύουσί τι σημεῖον κατὰ τὴν ὑπογραφὴν τοῦ κτίσματος συμβάν: τῶν γὰρ ἀρχιτεκτόνων γῇ λευκῇ διασημαινομένων τὴν τοῦ περιβόλου γραμμήν, ἐπιλιπούσης τῆς γῆς καὶ τοῦ βασιλέως ἐπιόντος, οἱ διοικηταὶ τῶν ἀλφίτων μέρος τῶν παρεσκευασμένων τοῖς ἐργάταις παρέσχον, δι᾽ ὧν καὶ αἱ ὁδοὶ κατετμήθησαν εἰς πλείους: τοῦτ᾽ οὖν οἰωνίσθαι λέγονται πρὸς ἀγαθοῦ γεγονός. [p. 1106]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: