previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[8]

εἶτα Κυρρηστικὴ μέχρι τῆς Ἀντιοχίδος: ἀπὸ δὲ τῶν ἄρκτων ἐστὶ τό τε Ἀμανὸν πλησίον καὶ Κομμαγηνή: συνάπτει δὲ τούτοις Κυρρηστικὴ μέχρι δεῦρο παρατείνουσα. ἐνταῦθα δ᾽ ἐστὶ πόλις Γίνδαρος, ἀκρόπολις τῆς Κυρρηστικῆς καὶ λῃστήριον εὐφυές, καὶ Ἡράκλειόν τι καλούμενον πλησίον ἱερόν: περὶ οὓς τόπους ὑπὸ Ὀυεντιδίου Πάκορος διεφθάρη, πρεσβύτατος τῶν τοῦ Παρθυαίου παίδων, ἐπιστρατεύσας τῇ Συρίᾳ. τῇ δὲ Γινδάρῳ συνάπτουσιν αἱ Πάγραι τῆς Ἀντιοχίδος, χωρίον ἐρυμνὸν κατὰ τὴν ὑπέρθεσιν τοῦ Ἀμανοῦ τὴν ἐκ τῶν Ἀμανίδων πυλῶν εἰς τὴν Συρίαν κείμενον. ὑποπίπτει μὲν οὖν ταῖς Πάγραις τὸ τῶν Ἀντιοχέων πεδίον, δι᾽ οὗ ῥεῖ Ἄρκευθος ποταμὸς καὶ Ὀρόντης καὶ Λαβώτας. ἐν δὲ τούτῳ ἐστὶ τῷ πεδίῳ καὶ Μελεάγρου χάραξ καὶ Οἰνοπάρας ποταμός, ἐφ᾽ τὸν Βάλαν Ἀλέξανδρον μάχῃ νικήσας φιλομήτωρ Πτολεμαῖος ἐτελεύτησεν ἐκ τραύματος. ὑπέρκειται δ᾽ [p. 1048] αὐτῶν λόφος Τραπεζὼν ἀπὸ τῆς ὁμοιότητος καλούμενος, ἐφ᾽ Ὀυεντίδιος πρὸς Φρανικάτην τὸν Παρθυαίων στρατηγὸν ἔσχε τὸν ἀγῶνα. πρὸς θαλάττῃ δὲ τούτων ἐστὶν Σελεύκεια καὶ Πιερία, ὄρος συνεχὲς τῷ Ἀμανῷ, καὶ Ῥωσὸς μεταξὺ Ἰσσοῦ καὶ Σελευκείας ἱδρυμένη. ἐκαλεῖτο δ᾽ Σελεύκεια πρότερον Ὕδατος ποταμοί: ἔρυμα δέ ἐστιν ἀξιόλογον καὶ κρεῖττον βίας πόλις. διόπερ καὶ ἐλευθέραν αὐτὴν ἔκρινε Πομπήιος ἀποκλείσας Τιγράνην. πρὸς νότον δ᾽ ἐστὶ τοῖς μὲν Ἀντιοχεῦσιν Ἀπάμεια ἐν μεσογαίᾳ κειμένη, τοῖς δὲ Σελευκεῦσι τὸ Κάσιον ὄρος καὶ τὸ Ἀντικάσιον: ἔτι δὲ πρότερον μετὰ τὴν Σελεύκειαν αἱ ἐκβολαὶ τοῦ Ὀρόντου: εἶτα τὸ νυμφαῖον, σπήλαιόν τι ἱερόν: εἶτα τὸ Κάσιον: ἐφεξῆς δὲ Ποσείδιον πολίχνη καὶ Ἡράκλεια.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: