previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[34]

φησὶ δ᾽ Ὀνησίκριτος τὴν πλείστην παραλίαν τὴν ταύτῃ πολὺ τὸ τεναγῶδες ἔχειν καὶ μάλιστα κατὰ τὰ στόματα τῶν ποταμῶν διά τε τὴν χοῦν καὶ τὰς πλημμυρίδας καὶ τὸ μὴ πνεῖν ἀπογαίους ἀλλ᾽ ὑπὸ τῶν πελαγίων ἀνέμων κατέχεσθαι τούτους τοὺς τόπους τὸ πλέον. λέγει δὲ καὶ περὶ τῆς Μουσικανοῦ χώρας ἐπὶ πλέον ἐγκωμιάζων αὐτήν, ὧν τινα κοινὰ καὶ ἄλλοις Ἰνδοῖς ἱστόρηται, ὡς τὸ μακρόβιον ὥστε καὶ τριάκοντα ἐπὶ τοῖς ἑκατὸν προσλαμβάνεινκαὶ γὰρ τοὺς Σῆρας ἔτι τούτων μακροβιωτέρους τινές φασικαὶ τὸ λιτόβιον καὶ τὸ ὑγιεινόν, καίπερ τῆς χώρας ἀφθονίαν ἁπάντων ἐχούσης. ἴδιον δὲ τὸ συσσίτιά τινα Λακωνικὰ αὐτοῖς εἶναι δημοσίᾳ σιτουμένων ὄψα δ᾽ ἐκ θήρας ἐχόντων, καὶ τὸ χρυσῷ μὴ χρῆσθαι μηδ᾽ ἀργύρῳ μετάλλων ὄντων, καὶ τὸ ἀντὶ δούλων τοῖς ἐν ἀκμῇ χρῆσθαι νέοις, ὡς Κρῆτες μὲν τοῖς Ἀφαμιώταις Λάκωνες δὲ τοῖς Εἴλωσι: μὴ ἀκριβοῦν δὲ τὰς ἐπιστήμας πλὴν ἰατρικῆς: [p. 978] ἐπί τινων γὰρ κακουργίαν εἶναι τὴν ἐπὶ πλέον ἄσκησιν, οἷον ἐπὶ τῆς πολεμικῆς καὶ τῶν ὁμοίων: δίκην δὲ μὴ εἶναι πλὴν φόνου καὶ ὕβρεως: οὐκ ἐπ᾽ αὐτῷ γὰρ τὸ μὴ παθεῖν ταῦτα, τὰ δ᾽ ἐν τοῖς συμβολαίοις ἐπ᾽ αὐτῷ ἑκάστῳ, ὥστε ἀνέχεσθαι δεῖ ἐάν τις παραβῇ τὴν πίστιν, ἀλλὰ καὶ προσέχειν ὅτῳ πιστευτέον, καὶ μὴ δικῶν πληροῦν τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: