previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[30]

θαυμάζειν δὲ δεῖ τῶν Αἰγυπτίων καὶ Σύρων, πρὸς οὓς νῦν ἡμῖν λόγος, εἰ μηδ᾽ ἐκείνου λέγοντος [p. 47] τὰ παρ᾽ αὐτοῖς ἐπιχώρια συνιᾶσιν, ἀλλὰ καὶ ἄγνοιαν αἰτιῶνται, αὐτοὺς ἐνόχους δείκνυσιν λόγος. ἁπλῶς δὲ τὸ μὴ λέγειν οὐ τοῦ μὴ εἰδέναι σημεῖόν ἐστιν: οὐδὲ γὰρ τὰς τροπὰς τοῦ εὐρίπου λέγει οὐδὲ τὰς Θερμοπύλας οὐδ᾽ ἄλλα πλείω τῶν γνωρίμων παρὰ τοῖς Ἕλλησιν, οὐ μὴν ἠγνόει γε. ἀλλὰ καὶ λέγει, οὐ δοκεῖ δὲ τοῖς ἐθελοκωφοῦσιν, ὥστε ἐκείνους αἰτιατέον. ποιητὴς τοίνυν διιπετέας καλεῖ τοὺς ποταμούς, οὐ τοὺς χειμάρρους μόνους, ἀλλὰ καὶ πάντας κοινῶς, ὅτι πληροῦνται πάντες ἀπὸ τῶν ὀμβρίων ὑδάτων: ἀλλὰ τὸ κοινὸν ἐπὶ τῶν κατ᾽ ἐξοχὴν ἴδιον γίνεται. ἄλλως γὰρ ἂν τὸν χειμάρρουν ἀκούοι τις διιπετῆ καὶ ἄλλως τὸν ἀέναον: ἐνταῦθα δὲ διπλασιάζει πως ἐξοχή. καὶ καθάπερ εἰσί τινες ὑπερβολαὶ ἐπὶ ὑπερβολαῖς, ὡς τὸ κουφότερον εἶναι φελλοῦ σκιᾶς, δειλότερον δὲ λαγὼ Φρυγός, ἐλάττω δ᾽ ἔχειν γῆν τὸν ἀγρὸν ἐπιστολῆς Λακωνικῆς: οὕτως ἐξοχὴ ἐπὶ ἐξοχῇ συντρέχει ἐπὶ τοῦ διιπετῆ τὸν Νεῖλον λέγεσθαι. μὲν γὰρ χειμάρρους ὑπερβέβληται τοὺς ἄλλους ποταμοὺς τῷ διιπετὴς εἶναι: δὲ Νεῖλος καὶ τοὺς χειμάρρους ἐπὶ τοσοῦτον πληρούμενος καὶ πλήθους καὶ χρόνου. ὥστ᾽ ἐπεὶ καὶ γνώριμον ἦν τὸ πάθος τοῦ ποταμοῦ τῷ ποιητῇ, ὡς παραμεμυθήμεθα, καὶ κέχρηται τῷ ἐπιθέτῳ τούτῳ κατ᾽ αὐτοῦ, οὐκ ἄλλως δεκτέον ὡς εἰρήκαμεν. τὸ δὲ πλείοσι στόμασιν ἐκδιδόναι κοινὸν καὶ πλειόνων, ὥστ᾽ οὐκ ἄξιον μνήμης ὑπέλαβε, καὶ ταῦτα πρὸς εἰδότας: καθάπερ οὐδ᾽ Ἀλκαῖος, καίτοι φήσας ἀφῖχθαι καὶ αὐτὸς εἰς Αἴγυπτον. αἱ δὲ προσχώσεις καὶ ἐκ τῶν ἀναβάσεων μὲν δύνανται ὑπονοεῖσθαι καὶ ἐξ ὧν δὲ εἶπε περὶ τῆς Φάρου. γὰρ ἱστορῶν αὐτῷ περὶ τῆς Φάρου, μᾶλλον δὲ κοινὴ φήμη, διότι μὲν τότε τοσοῦτον ἀπεῖχεν ἀπὸ τῆς ἠπείρου ὅσον φησί, δρόμον νεὼς ἡμερήσιον, οὐκ ἂν [p. 48] εἴη διατεθρυλημένη ἐπὶ τοσοῦτον ἐψευσμένως. ὅτι δ᾽ ἀνάβασις καὶ αἱ προσχώσεις τοιαῦταί τινες, κοινότερον πεπύσθαι εἰκὸς ἦν: ἐξ ὧν συνθεὶς ποιητὴς ὅτι πλέον τότε ἀφειστήκει τῆς γῆς νῆσος κατὰ τὴν Μενελάου παρουσίαν, προσέθηκε παρ᾽ ἑαυτοῦ πολλαπλάσιον διάστημα τοῦ μυθώδους χάριν. αἱ δὲ μυθοποιίαι οὐκ ἀγνοίας σημεῖον δήπου: οὐδὲ τὰ περὶ τοῦ Πρωτέως καὶ τῶν Πυγμαίων, οὐδ᾽ αἱ τῶν φαρμάκων δυνάμεις, οὐδ᾽ εἴ τι ἄλλο τοιοῦτον οἱ ποιηταὶ πλάττουσιν: οὐ γὰρ κατ᾽ ἄγνοιαν τῶν τοπικῶν λέγεται, ἀλλ᾽ ἡδονῆς καὶ τέρψεως χάριν. πῶς οὖν καὶ ἄνυδρον οὖσαν φησὶν ὕδωρ ἔχειν; ‘ἐν δὲ λιμὴν εὔορμος, ὅθεν τ᾽ ἀπὸ νῆας ἐίσας ἐς πόντον βάλλουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ.’ ἀλλ᾽ οὔτε τὸ ὑδρεῖον ἐκλιπεῖν ἀδύνατον οὔτε τὴν ὑδρείαν ἐκ τῆς νήσου γενέσθαι φησίν, ἀλλὰ τὴν ἀναγωγὴν μόνην διὰ τὴν τοῦ λιμένος ἀρετήν, τὸ δ᾽ ὕδωρ ἐκ τῆς περαίας ἀρύσασθαι παρῆν, ἐξομολογουμένου πως τοῦ ποιητοῦ δι᾽ ἐμφάσεως, ὅτι πελαγίαν εἶπεν οὐ πρὸς ἀλήθειαν ἀλλὰ πρὸς ὑπερβολὴν καὶ μυθοποιίαν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (H.C. Hamilton, Esq., W. Falconer, M.A., 1903)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: